Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.63 Joseph. AJ 9.68 (English) >>Joseph. AJ 9.73

9.66κἀγὼ μέν, φησί, πρώτη τοὐμὸν κατέσφαξα καὶ τὴν παρελθοῦσαν ἡμέραν τοὐμὸν ἐτράφημεν ἀμφότεραι· νῦν δʼ οὐ βούλεται ταὐτὸ ποιεῖν, ἀλλὰ παραβαίνει τὴν 9.67συνθήκην καὶ τὸν υἱὸν ἀφανῆ πεποίηκε.” τοῦτʼ ἐλύπησε σφοδρῶς Ἰώραμον ἀκούσαντα, καὶ περιρρηξάμενος τὴν ἐσθῆτα καὶ δεινὸν ἐκβοήσας ἔπειτα ὀργῆς ἐπὶ τὸν προφήτην Ἐλισσαῖον πληρωθεὶς ἀνελεῖν αὐτὸν ὥρμησεν, ὅτι μὴ δεῖται τοῦ θεοῦ πόρον τʼ αὐτοῖς καὶ διαφυγὴν τῶν περιεχόντων κακῶν δοῦναι· τόν τε ἀποτεμοῦντα αὐτοῦ τὴν κεφαλὴν εὐθὺς ἐξέπεμψε. 9.68καὶ μὲν ἐπὶ τὴν ἀναίρεσιν ἠπείγετο τοῦ προφήτου· τὸν δʼ Ἐλισσαῖον οὐκ ἔλαθεν τοῦ βασιλέως ὀργή, καθεζόμενος δὲ οἴκαδε παρʼ αὑτῷ σὺν τοῖς μαθηταῖς ἐμήνυσεν αὐτοῖς, ὅτι Ἰώραμος τοῦ φονέως υἱὸς πέμψειε τὸν ἀφαιρήσοντα αὐτοῦ τὴν κεφαλήν. 9.69ἀλλʼ ὑμεῖς, φησίν, ὅταν τοῦτο προσταχθεὶς ἀφίκηται, παραφυλάξαντες εἰσιέναι μέλλοντα προσαποθλίψατε τῇ θύρᾳ καὶ κατάσχετε· ἀκολουθήσει γὰρ αὐτῷ πρός με παραγινόμενος βασιλεὺς μεταβεβουλευμένος.” καὶ οἱ μὲν τὸ κελευσθὲν ὡς ἧκεν πεμφθεὶς ὑπὸ τοῦ βασιλέως ἐπὶ τὴν ἀναίρεσιν τὴν Ἐλισσαίου ἐποίησαν· 9.70Ἰώραμος δὲ καταγνοὺς τῆς ἐπὶ τὸν προφήτην ὀργῆς καὶ δείσας, μὴ φθάσῃ κτείνας αὐτὸν τοῦτο προσταχθείς, ἔσπευσε κωλῦσαι γενέσθαι τὸν φόνον καὶ διασῶσαι τὸν προφήτην. ἀφικόμενος δὲ πρὸς αὐτὸν ᾐτιᾶτο, ὅτι μὴ παρὰ τοῦ θεοῦ λύσιν αὐτοῖς τῶν παρόντων αἰτεῖται κακῶν, ἀλλʼ οὕτως ὑπʼ αὐτῶν φθειρομένους ὑπερορᾷ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.63 Joseph. AJ 9.68 (English) >>Joseph. AJ 9.73

Powered by PhiloLogic